Add parallel Print Page Options

ὁμοίως, νεώτεροι, ὑποτάγητε πρεσβυτέροις. πάντες δὲ [a]ἀλλήλοις τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε, ὅτι Ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν.

Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ, πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρίψαντες ἐπ’ αὐτόν, ὅτι αὐτῷ μέλει περὶ ὑμῶν. νήψατε, γρηγορήσατε. ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν [b]τινα [c]καταπιεῖν· ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν [d]τῷ κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι.

Read full chapter

Footnotes

  1. ΠΕΤΡΟΥ Α΄ 5:5 ἀλλήλοις WH Treg NIV] + ὑποτασσόμενοι RP
  2. ΠΕΤΡΟΥ Α΄ 5:8 τινα NIV] τίνα RP; – WH Treg
  3. ΠΕΤΡΟΥ Α΄ 5:8 καταπιεῖν WH Treg NIV] καταπίῃ RP
  4. ΠΕΤΡΟΥ Α΄ 5:9 τῷ WH Treg NIV] – RP